Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.218 Joseph. AJ 5.222 (English) >>Joseph. AJ 5.227

5.220 δὲ σημαίνειν ὄλεθρον τοῦ στρατοῦ τὴν ὄψιν ἔκρινε λέγων, ὅθεν τοῦτʼ αὐτῷ συνιδεῖν ἐπῆλθε, πᾶν τὸ σπέρμα τὸ καλούμενον κρίθινον εὐτελέστατον ὁμολογεῖσθαι τυγχάνειν, τοῦ δʼ Ἀσιανοῦ παντὸς τὸ Ἰσραηλιτῶν ἔστιν ἰδεῖν ἀτιμότερον νῦν γεγενημένον ὅμοιον δὲ τῷ κατὰ κριθὴν γένει. 5.221καὶ τὸ παρὰ τοῖς Ἰσραηλίταις νῦν μεγαλοφρονοῦν τοῦτʼ ἂν εἴη Γεδεὼν καὶ τὸ σὺν αὐτῷ στρατιωτικόν. ἐπεὶ οὖν τὴν μᾶζαν φῂς ἰδεῖν τὰς σκηνὰς ἡμῶν ἀνατρέπουσαν, δέδια μὴ θεὸς Γεδεῶνι τὴν καθʼ ἡμῶν νίκην ἐπινένευκε.” 5.222

Γεδεῶνα δʼ ἀκούσαντα τὸ ὄναρ ἐλπὶς ἀγαθὴ καὶ θάρσος ἔλαβε καὶ προσέταξεν ἐν τοῖς ὅπλοις εἶναι τοὺς οἰκείους διηγησάμενος αὐτοῖς καὶ τὴν τῶν πολεμίων ὄψιν, οἱ δʼ ἕτοιμοι πρὸς τὰ παραγγελλόμενα φρονηματισθέντες ὑπὸ τῶν δεδηλωμένων ἦσαν. 5.223καὶ κατὰ τετάρτην μάλιστα φυλακὴν προσῆγε τὴν ἑαυτοῦ στρατιὰν Γεδεὼν εἰς τρία μέρη διελὼν αὐτήν, ἑκατὸν δὲ ἦσαν ἐν ἑκάστῳ. ἐκόμιζον δὲ πάντες ἀμφορέας κενοὺς καὶ λαμπάδας ἡμμένας ἐν αὐταῖς, ὅπως μὴ κατάφωρος τοῖς πολεμίοις ἔφοδος αὐτῶν γένηται, καὶ ἐν τῇ δεξιᾷ κριοῦ κέρας· ἐχρῶντο δὲ τούτοις ἀντὶ σάλπιγγος. 5.224χωρίον δὲ πολὺ κατεῖχε τὸ τῶν πολεμίων στράτευμα, πλείστην γὰρ αὐτοῖς εἶναι συνέβαινε κάμηλον, καὶ κατὰ τὰ ἔθνη νεμηθέντες ὑφʼ ἑνὶ κύκλῳ πάντες ἦσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.218 Joseph. AJ 5.222 (English) >>Joseph. AJ 5.227

Powered by PhiloLogic